Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Geremia

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 46 46,1 gr. jeremiah 46 (heb. 39)
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκια βασιλέως Ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν
AT greco 46,2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις
AT greco 46,3 καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος
AT greco 46,4
AT greco 46,5
AT greco 46,6
AT greco 46,7
AT greco 46,8
AT greco 46,9
AT greco 46,10
AT greco 46,11
AT greco 46,12
AT greco 46,13
AT greco 46,14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ
AT greco 46,15 καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων
AT greco 46,16 πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά
AT greco 46,17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν
AT greco 46,18 ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί φησὶν κύριος