Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27

Levitico

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 24 24,1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
AT greco 24,2 ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός
AT greco 24,3 ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν
AT greco 24,4 ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί
AT greco 24,5 καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς
AT greco 24,6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου
AT greco 24,7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ
AT greco 24,8 τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον
AT greco 24,9 καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ νόμιμον αἰώνιον
AT greco 24,10 καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης
AT greco 24,11 καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν
AT greco 24,12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου
AT greco 24,13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
AT greco 24,14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή
AT greco 24,15 καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται
AT greco 24,16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω
AT greco 24,17 καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω
AT greco 24,18 καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς
AT greco 24,19 καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον ὡς ἐποίησεν αὐτῷ ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ
AT greco 24,20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ οὕτως δοθήσεται αὐτῷ
AT greco 24,21 ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω
AT greco 24,22 δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
AT greco 24,23 καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ