Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Isaia

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 34 34,1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ
AT greco 34,2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
AT greco 34,3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν
AT greco 34,4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς
AT greco 34,5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
AT greco 34,6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ
AT greco 34,7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται
AT greco 34,8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων
AT greco 34,9 καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα