Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Isaia

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 8 8,1 καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ
AT greco 8,2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
AT greco 8,3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον
AT greco 8,4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων
AT greco 8,5 καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι
AT greco 8,6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ’ ὑμῶν
AT greco 8,7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
AT greco 8,8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός
AT greco 8,9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε