Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Michea - 7

Michea

AT greco Torna al libro

NT greco

AT greco 7 7,1οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα οἴμμοι ψυχή
AT greco 7,2ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει πάντες εἰς αἵματα δικάζονται ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ
AT greco 7,3ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν καὶ ἐξελοῦμαι
AT greco 7,4τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς οὐαὶ οὐαί αἱ ἐκδικήσεις σου ἥκασιν νῦν ἔσονται κλαυθμοὶ αὐτῶν
AT greco 7,5μὴ καταπιστεύετε ἐν φίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ
AT greco 7,6διότι υἱὸς ἀτιμάζει πατέρα θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ
AT greco 7,7ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι ὑπομενῶ ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου εἰσακούσεταί μου ὁ θεός μου
AT greco 7,8μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαι διότι ἐὰν καθίσω ἐν τῷ σκότει κύριος φωτιεῖ μοι
AT greco 7,9ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ
AT greco 7,10καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με ποῦ κύριος ὁ θεός σου οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς
AT greco 7,11ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη καὶ ἀποτρίψεται νόμιμά σου
AT greco 7,12ἡ ἡμέρα ἐκείνη καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ Συρίας ἡμέρα ὕδατος καὶ θορύβου
AT greco 7,13καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν
AT greco 7,14ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου πρόβατα κληρονομίας σου κατασκηνοῦντας καθ’ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος
AT greco 7,15καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά
AT greco 7,16ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν ἐπιθήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται
AT greco 7,17λείξουσιν χοῦν ὡς ὄφεις σύροντες γῆν συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν ἐπὶ τῷ κυρίῳ θεῷ ἡμῶν ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ
AT greco 7,18τίς θεὸς ὥσπερ σύ ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ ὅτι θελητὴς ἐλέους ἐστίν
AT greco 7,19αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμᾶς καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμῶν
AT greco 7,20δώσεις ἀλήθειαν τῷ Ιακωβ ἔλεον τῷ Αβρααμ καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν