Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36

Numeri

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 32 32,1 καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ πλῆθος σφόδρα καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν
AT greco 32,2 καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες
AT greco 32,3 Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν
AT greco 32,4 τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει
AT greco 32,5 καὶ ἔλεγον εἰ εὕρομεν χάριν ἐνώπιόν σου δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην
AT greco 32,6 καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ
AT greco 32,7 καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν ἣν κύριος δίδωσιν αὐτοῖς
AT greco 32,8 οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν
AT greco 32,9 καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς
AT greco 32,10 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων
AT greco 32,11 εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου
AT greco 32,12 πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου
AT greco 32,13 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου
AT greco 32,14 ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ
AT greco 32,15 ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην
AT greco 32,16 καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν
AT greco 32,17 καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν
AT greco 32,18 οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ
AT greco 32,19 καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς
AT greco 32,20 καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον
AT greco 32,21 καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
AT greco 32,22 καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου
AT greco 32,23 ἐὰν δὲ μὴ ποιήσητε οὕτως ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά
AT greco 32,24 καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶ