Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

Salmi di Salomone

10 1 μακάριος ἀνήρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι
2 ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν
3 ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ
4 καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου ἡ μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ
5 δίκαιος καὶ ὅσιος ὁ κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα καὶ Ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ
6 καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ισραηλ
7 ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου
8 τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ισραηλ εἰς εὐφροσύνην αἰώνιον