Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

Salmi di Salomone

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 13 13,1 δεξιὰ κυρίου ἐσκέπασέν με δεξιὰ κυρίου ἐφείσατο ἡμῶν
AT greco 13,2 ὁ βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν
AT greco 13,3 θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν
AT greco 13,4 καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος
AT greco 13,5 ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ μήποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν
AT greco 13,6 ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων
AT greco 13,7 ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ καὶ ἡ καταστροφὴ τῶν ἁμαρτωλῶν
AT greco 13,8 ἐν περιστολῇ παιδεύεται δίκαιος ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ
AT greco 13,9 ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου
AT greco 13,10 ὅτι φείσεται κύριος τῶν ὁσίων αὐτοῦ καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ
AT greco 13,11 ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
AT greco 13,12 ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ