Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

Salmi di Salomone

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 15 15,1 ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα κυρίου εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ιακωβ καὶ ἐσώθην ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ ὁ θεός
AT greco 15,2 τίς γὰρ ἰσχύει ὁ θεός εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ καὶ τί δυνατὸς ἄνθρωπος εἰ μὴ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
AT greco 15,3 ψαλμὸν καινὸν μετὰ ᾠδῆς ἐν εὐφροσύνῃ καρδίας καρπὸν χειλέων ἐν ὀργάνῳ ἡρμοσμένῳ γλώσσης ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας
AT greco 15,4 ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κακοῦ φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ
AT greco 15,5 ὅταν ἐξέλθῃ ἐπὶ ἁμαρτωλοὺς ἀπὸ προσώπου κυρίου ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν
AT greco 15,6 ὅτι τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν
AT greco 15,7 λιμὸς καὶ ῥομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ ὁσίων
AT greco 15,8 καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήμψονται καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα κυρίου
AT greco 15,9 ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν
AT greco 15,10 καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος καὶ αἱ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ᾅδου κάτω
AT greco 15,11 ἡ κληρονομία αὐτῶν οὐχ εὑρεθήσεται τοῖς τέκνοις αὐτῶν αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν
AT greco 15,12 καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρᾳ κρίσεως κυρίου εἰς τὸν αἰῶνα ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτοῦ
AT greco 15,13 οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον