Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15

2 Maccabei

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 14 14,1 μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου
AT greco 14,2 κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν
AT greco 14,3 Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος
AT greco 14,4 ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν
AT greco 14,5 καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι πρὸς ταῦτα ἔφη
AT greco 14,6 οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν
AT greco 14,7 ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα
AT greco 14,8 πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ
AT greco 14,9 ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλεῦ καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν
AT greco 14,10 ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα
AT greco 14,11 τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον
AT greco 14,12 προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν
AT greco 14,13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ
AT greco 14,14 οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι
AT greco 14,15 ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος
AT greco 14,16 προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου
AT greco 14,17 Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς
AT greco 14,18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν ὑπευλαβεῖτο τὴν κρίσιν δι’ αἱμάτων ποιήσασθαι
AT greco 14,19 διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς
AT greco 14,20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις
AT greco 14,21 ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ’ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προῆλθεν παρ’ ἑκάστου δίφραξ ἔθεσαν δίφρους
AT greco 14,22 διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν
AT greco 14,23 διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν
AT greco 14,24 καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο
AT greco 14,25 παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου
AT greco 14,26 ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι
AT greco 14,27 ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως
AT greco 14,28 προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος
AT greco 14,29 ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ’ ἐπιτελέσαι
AT greco 14,30 ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα
AT greco 14,31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα
AT greco 14,32 τῶν δὲ μεθ’ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ’ ἔστιν ὁ ζητούμενος
AT greco 14,33 προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ’ ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω
AT greco 14,34 τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες