Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
BibbiaEDU-logo

Salmi di Salomone

AT greco Torna al libro

Interconfessionale

AT greco 10 10,1μακάριος ἀνήρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι καθαρισθῆναι ἀπὸ ἁμαρτίας τοῦ μὴ πληθῦναι
AT greco 10,2ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας καθαρισθήσεται χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν
AT greco 10,3ὀρθώσει γὰρ ὁδοὺς δικαίων καὶ οὐ διαστρέψει ἐν παιδείᾳ καὶ τὸ ἔλεος κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ
AT greco 10,4καὶ μνησθήσεται κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου ἡ μαρτυρία κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ
AT greco 10,5δίκαιος καὶ ὅσιος ὁ κύριος ἡμῶν ἐν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα καὶ Ισραηλ αἰνέσει τῷ ὀνόματι κυρίου ἐν εὐφροσύνῃ
AT greco 10,6καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ισραηλ
AT greco 10,7ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα καὶ συναγωγαὶ Ισραηλ δοξάσουσιν τὸ ὄνομα κυρίου
AT greco 10,8τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ισραηλ εἰς εὐφροσύνην αἰώνιον