Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

Salmi di Salomone

AT greco Torna al libro

CEI 1974

AT greco 13 13,1δεξιὰ κυρίου ἐσκέπασέν με δεξιὰ κυρίου ἐφείσατο ἡμῶν
AT greco 13,2ὁ βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν
AT greco 13,3θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν
AT greco 13,4καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος
AT greco 13,5ἐταράχθη ὁ εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ μήποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν
AT greco 13,6ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων
AT greco 13,7ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ καὶ ἡ καταστροφὴ τῶν ἁμαρτωλῶν
AT greco 13,8ἐν περιστολῇ παιδεύεται δίκαιος ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ
AT greco 13,9ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου
AT greco 13,10ὅτι φείσεται κύριος τῶν ὁσίων αὐτοῦ καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ
AT greco 13,11ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
AT greco 13,12ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου καὶ ἐπὶ τοὺς φοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ