Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

1 Maccabei

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 16 16,1 καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλεσεν Κενδεβαῖος
AT greco 16,2 καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἶπεν αὐτοῖς ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ισραηλ πλεονάκις
AT greco 16,3 νυνὶ δὲ γεγήρακα καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν γίνεσθε ἀντ’ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθ’ ὑμῶν
AT greco 16,4 καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδεϊν
AT greco 16,5 καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύθησαν εἰς τὸ πεδίον καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς πεζικὴ καὶ ἱππεῖς καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν
AT greco 16,6 καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ
AT greco 16,7 καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα
AT greco 16,8 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα
AT greco 16,9 τότε ἐτραυματίσθη Ιουδας ὁ ἀδελφὸς Ιωαννου Ιωαννης δὲ κατεδίωξεν αὐτούς ἕως ἦλθεν εἰς Κεδρων ἣν ᾠκοδόμησεν
AT greco 16,10 καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης
AT greco 16,11 καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ
AT greco 16,12 ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως
AT greco 16,13 καὶ ὑψώθη ἡ καρδία αὐτοῦ καὶ ἐβουλήθη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σιμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς
AT greco 16,14 Σιμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταθιας καὶ Ιουδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ οὗτος ὁ μὴν Σαβατ
AT greco 16,15 καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δωκ μετὰ δόλου ὃ ᾠκοδόμησεν καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας
AT greco 16,16 καὶ ὅτε ἐμεθύσθη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ’ αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλθον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ
AT greco 16,17 καὶ ἐποίησεν ἀθεσίαν μεγάλην καὶ ἀπέδωκεν κακὰ ἀντὶ ἀγαθῶν
AT greco 16,18 καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλεν τῷ βασιλεῖ ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις
AT greco 16,19 καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἆραι τὸν Ιωαννην καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα
AT greco 16,20 καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ
AT greco 16,21 καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὅτι ἀπέσταλκεν καὶ σὲ ἀποκτεῖναι
AT greco 16,22 καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι
AT greco 16,23 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ ὧν ἠνδραγάθησεν καὶ τῆς οἰκοδομῆς τῶν τειχῶν ὧν ᾠκοδόμησεν καὶ τῶν πράξεων αὐτοῦ
AT greco 16,24 ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ ἀφ’ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ