Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 42 42,1 gr. psalm 42 (heb. 43) ψαλμὸς τῷ Δαυιδ κρῖνόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με
AT greco 42,2 ὅτι σὺ εἶ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
AT greco 42,3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
AT greco 42,4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ θεὸς ὁ θεός μου
AT greco 42,5 ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου