Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 47 47,1 gr. psalm 47 (heb. 48) ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου
AT greco 47,2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ
AT greco 47,3 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου
AT greco 47,4 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς
AT greco 47,5 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό
AT greco 47,6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν
AT greco 47,7 τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης
AT greco 47,8 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις
AT greco 47,9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα
AT greco 47,10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου
AT greco 47,11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου
AT greco 47,12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
AT greco 47,13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς
AT greco 47,14 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν
AT greco 47,15 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας