Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

1 Maccabei

AT greco Torna al libro

NT greco Vai al libro

AT greco 9 9,1 καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν
AT greco 9,2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς
AT greco 9,3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ
AT greco 9,4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ
AT greco 9,5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί
AT greco 9,6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες
AT greco 9,7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς
AT greco 9,8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς
AT greco 9,9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμεῖς δὲ ὀλίγοι
AT greco 9,10 καὶ εἶπεν Ιουδας μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο φυγεῖν ἀπ’ αὐτῶν καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν
AT greco 9,11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι
AT greco 9,12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν
AT greco 9,13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας
AT greco 9,14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ
AT greco 9,15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους
AT greco 9,16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν
AT greco 9,17 καὶ ἐβαρύνθη ὁ πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων
AT greco 9,18 καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον
AT greco 9,19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν
AT greco 9,20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
AT greco 9,21 πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ
AT greco 9,22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα
AT greco 9,23 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν
AT greco 9,24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν
AT greco 9,25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας
AT greco 9,26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς
AT greco 9,27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ’ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς
AT greco 9,28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν
AT greco 9,29 ἀφ’ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν
AT greco 9,30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ’ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν
AT greco 9,31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ
AT greco 9,32 καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι
AT greco 9,33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ
AT greco 9,34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου