Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16

1 Maccabei

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco 9 9,1 καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν
AT greco 9,2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς
AT greco 9,3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ
AT greco 9,4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ
AT greco 9,5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί
AT greco 9,6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες
AT greco 9,7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς
AT greco 9,8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς
AT greco 9,9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ’ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμεῖς δὲ ὀλίγοι
AT greco 9,10 καὶ εἶπεν Ιουδας μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο φυγεῖν ἀπ’ αὐτῶν καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν
AT greco 9,11 καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι
AT greco 9,12 καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν
AT greco 9,13 καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας
AT greco 9,14 καὶ εἶδεν Ιουδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ
AT greco 9,15 καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ’ αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Αζωτου ὄρους
AT greco 9,16 καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας Ιουδου καὶ τῶν μετ’ αὐτοῦ ἐκ τῶν ὄπισθεν
AT greco 9,17 καὶ ἐβαρύνθη ὁ πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων
AT greco 9,18 καὶ Ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον
AT greco 9,19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεϊν
AT greco 9,20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
AT greco 9,21 πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ
AT greco 9,22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα
AT greco 9,23 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν
AT greco 9,24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ’ αὐτῶν
AT greco 9,25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας
AT greco 9,26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς