Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Salmi

97 1 gr. psalm 97 (heb. 98) ψαλμὸς τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ
2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
3 ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
4 ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε
5 ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ
6 ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου
7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ
8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
9 ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι

Note al testo