Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

CEI 2008 Vai al libro

AT greco 18 18,1 ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ
AT greco 18,2 κύριος μόνος δικαιωθήσεται
AT greco 18,3
AT greco 18,4 οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ
AT greco 18,5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ
AT greco 18,6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου
AT greco 18,7 ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται
AT greco 18,8 τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ
AT greco 18,9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν
AT greco 18,10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος
AT greco 18,11 διὰ τοῦτο ἐμακροθύμησεν κύριος ἐπ’ αὐτοῖς καὶ ἐξέχεεν ἐπ’ αὐτοὺς τὸ ἔλεος αὐτοῦ
AT greco 18,12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ
AT greco 18,13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ
AT greco 18,14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ
AT greco 18,15 τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων
AT greco 18,16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις
AT greco 18,17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ
AT greco 18,18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς
AT greco 18,19 πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου
AT greco 18,20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν
AT greco 18,21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν
AT greco 18,22 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι
AT greco 18,23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον
AT greco 18,24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου
AT greco 18,25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου
AT greco 18,26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου
AT greco 18,27 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας
AT greco 18,28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν
AT greco 18,29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς
AT greco 18,30 ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου
AT greco 18,31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου
AT greco 18,32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς
AT greco 18,33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ