Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 20

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 20 20,1ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος
AT greco 20,2ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι
AT greco 20,3καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται
AT greco 20,4ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα
AT greco 20,5ἔστιν σιωπῶν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς
AT greco 20,6ἔστιν σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν
AT greco 20,7ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν
AT greco 20,8ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται
AT greco 20,9ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν
AT greco 20,10ἔστιν δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν
AT greco 20,11ἔστιν ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν
AT greco 20,12ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον
AT greco 20,13ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται
AT greco 20,14δόσις ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς πολλοί
AT greco 20,15ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος
AT greco 20,16μωρὸς ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου
AT greco 20,17οἱ ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ
AT greco 20,18ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει
AT greco 20,19ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
AT greco 20,20ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς
AT greco 20,21ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται
AT greco 20,22ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι’ αἰσχύνην καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν
AT greco 20,23ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν
AT greco 20,24μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
AT greco 20,25αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν
AT greco 20,26ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς
AT greco 20,27ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν
AT greco 20,28ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν
AT greco 20,29ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς
AT greco 20,30σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
AT greco 20,31κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ