Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 22

Siracide

AT greco Torna al libro

NT greco

AT greco 22 22,1λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ
AT greco 22,2βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα
AT greco 22,3αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται
AT greco 22,4θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος
AT greco 22,5πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται
AT greco 22,6μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας
AT greco 22,7
AT greco 22,8
AT greco 22,9συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου
AT greco 22,10διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ καὶ ἐπὶ συντελείᾳ ἐρεῖ τί ἐστιν
AT greco 22,11ἐπὶ νεκρῷ κλαῦσον ἐξέλιπεν γὰρ φῶς καὶ ἐπὶ μωρῷ κλαῦσον ἐξέλιπεν γὰρ σύνεσιν ἥδιον κλαῦσον ἐπὶ νεκρῷ ὅτι ἀνεπαύσατο τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά
AT greco 22,12πένθος νεκροῦ ἑπτὰ ἡμέραι μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ
AT greco 22,13μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ’ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ
AT greco 22,14ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός
AT greco 22,15ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον
AT greco 22,16ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει
AT greco 22,17καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ
AT greco 22,18χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ
AT greco 22,19ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν
AT greco 22,20βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν
AT greco 22,21ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν μὴ ἀφελπίσῃς ἔστιν γὰρ ἐπάνοδος
AT greco 22,22ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα μὴ εὐλαβηθῇς ἔστιν γὰρ διαλλαγή πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος
AT greco 22,23πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς
AT greco 22,24πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός οὕτως πρὸ αἱμάτων λοιδορίαι
AT greco 22,25φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ
AT greco 22,26καὶ εἰ κακά μοι συμβήσεται δι’ αὐτόν πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ
AT greco 22,27τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με