Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 30

Siracide

30 1ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ’ ἐσχάτων αὐτοῦ
2ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ’ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ’ αὐτῷ καυχήσεται
3ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ’ αὐτῷ ἀγαλλιάσεται
4ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ καὶ ὧς οὐκ ἀπέθανεν ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ’ αὐτόν
5ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη
6ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν
7περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ
8ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής
9τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτῷ καὶ λυπήσει σε
10μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς καὶ ἐπ’ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου
11μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι
12θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι
13παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς
14κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ
15ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος
16οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας
17κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον
18ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ
19τί συμφέρει κάρπωσις εἰδώλῳ οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου
20βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων
21μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου
22εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις
23ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ
24ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα
25λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται