Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 37

Siracide

AT greco Torna al libro

NT greco

AT greco 37 37,1πᾶς φίλος ἐρεῖ ἐφιλίασα κἀγώ ἀλλ’ ἔστιν φίλος ὀνόματι μόνον φίλος
AT greco 37,2οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν
AT greco 37,3ὦ πονηρὸν ἐνθύμημα πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι
AT greco 37,4ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι
AT greco 37,5ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός ἔναντι πολέμου λήμψεται ἀσπίδα
AT greco 37,6μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου
AT greco 37,7πᾶς σύμβουλος ἐξαίρει βουλήν ἀλλ’ ἔστιν συμβουλεύων εἰς ἑαυτόν
AT greco 37,8ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον
AT greco 37,9καὶ εἴπῃ σοι καλὴ ἡ ὁδός σου καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι
AT greco 37,10μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν
AT greco 37,11μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας
AT greco 37,12ἀλλ’ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου καὶ ἐὰν πταίσῃς συναλγήσει σοι
AT greco 37,13καὶ βουλὴν καρδίας στῆσον οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτῆς
AT greco 37,14ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς
AT greco 37,15καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου
AT greco 37,16ἀρχὴ παντὸς ἔργου λόγος καὶ πρὸ πάσης πράξεως βουλή
AT greco 37,17ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει
AT greco 37,18ἀγαθὸν καὶ κακόν ζωὴ καὶ θάνατος καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν
AT greco 37,19ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος
AT greco 37,20ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός οὗτος πάσης τροφῆς καθυστερήσει
AT greco 37,21οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις ὅτι πάσης σοφίας ἐστερήθη
AT greco 37,22ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί
AT greco 37,23ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί
AT greco 37,24ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες
AT greco 37,25ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι
AT greco 37,26ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα
AT greco 37,27τέκνον ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ
AT greco 37,28οὐ γὰρ πάντα πᾶσιν συμφέρει καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ
AT greco 37,29μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων
AT greco 37,30ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας
AT greco 37,31δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν