Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14

Odi

AT greco Torna al libro

AT ebraico Vai al libro

AT greco 6 6,2
AT greco 6,3 ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου
AT greco 6,4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης καὶ ποταμοί με ἐκύκλωσαν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον
AT greco 6,5 κἀγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου
AT greco 6,6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων
AT greco 6,7 κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου κύριε ὁ θεός μου
AT greco 6,8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου
AT greco 6,9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον
AT greco 6,10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ