Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 8

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 8 8,1μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ
AT greco 8,2μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν
AT greco 8,3μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα
AT greco 8,4μὴ πρόσπαιζε ἀπαιδεύτῳ ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου
AT greco 8,5μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις
AT greco 8,6μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν
AT greco 8,7μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ μνήσθητι ὅτι πάντες τελευτῶμεν
AT greco 8,8μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν
AT greco 8,9μὴ ἀστόχει διηγήματος γερόντων καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν
AT greco 8,10μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ
AT greco 8,11μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου
AT greco 8,12μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου καὶ ἐὰν δανείσῃς ὡς ἀπολωλεκὼς γίνου
AT greco 8,13μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήσῃ ὡς ἀποτείσων φρόντιζε
AT greco 8,14μὴ δικάζου μετὰ κριτοῦ κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ
AT greco 8,15μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ ἵνα μὴ βαρύνηται κατὰ σοῦ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ
AT greco 8,16μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε
AT greco 8,17μετὰ μωροῦ μὴ συμβουλεύου οὐ γὰρ δυνήσεται λόγον στέξαι
AT greco 8,18ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται
AT greco 8,19παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν καὶ μὴ ἀναφερέτω σοι χάριν