Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 9

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 9 9,1μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν
AT greco 9,2μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου
AT greco 9,3μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς
AT greco 9,4μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς
AT greco 9,5παρθένον μὴ καταμάνθανε μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς
AT greco 9,6μὴ δῷς πόρναις τὴν ψυχήν σου ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου
AT greco 9,7μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ
AT greco 9,8ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται
AT greco 9,9μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ’ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν
AT greco 9,10μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ οἶνος νέος φίλος νέος ἐὰν παλαιωθῇ μετ’ εὐφροσύνης πίεσαι αὐτόν
AT greco 9,11μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ
AT greco 9,12μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν
AT greco 9,13μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς
AT greco 9,14κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου
AT greco 9,15μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου
AT greco 9,16ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου
AT greco 9,17ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ
AT greco 9,18φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται