Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Siracide

AT greco Torna al libro

Interconfessionale Vai al libro

AT greco Introduzione
AT greco Introduzione,1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν
AT greco Introduzione,2 καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουθηκότων δεδομένων,
AT greco Introduzione,3 ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοφίας,
AT greco Introduzione,4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,
AT greco Introduzione,5 ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι
AT greco Introduzione,6 καὶ λέγοντας καὶ γράφοντας,
AT greco Introduzione,7 ὁ πάππος μου ᾿Ιησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς
AT greco Introduzione,8 εἴς τε τὴν τοῦ νόμου
AT greco Introduzione,9 καὶ τῶν προφητῶν
AT greco Introduzione,10 καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν
AT greco Introduzione,11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος
AT greco Introduzione,12 προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων,
AT greco Introduzione,13 ὅπως οἱ φιλομαθεῖς καὶ τούτων ἔνοχοι γενόμενοι
AT greco Introduzione,14 πολλῷ μᾶλλον ἐπιπροσθῶσιν διὰ τῆς ἐννόμου βιώσεως.
AT greco Introduzione,15 Παρακέκλησθε οὖν
AT greco Introduzione,16 μετ᾽ εὐνοίας καὶ προσοχῆς
AT greco Introduzione,17 τὴν ἀνάγνωσιν ποιεῖσθαι
AT greco Introduzione,18 καὶ συγγνώμην ἔχειν
AT greco Introduzione,19 ἐφ᾽ οἷς ἂν δοκῶμεν
AT greco Introduzione,20 τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν·
AT greco Introduzione,21 οὐ γὰρ ἰσοδυναμεῖ
AT greco Introduzione,22 αὐτὰ ἐν ἑαυτοῖς Εβραϊστὶ λεγόμενα καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν·
AT greco Introduzione,23 οὐ μόνον δὲ ταῦτα,
AT greco Introduzione,24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προφητεῖαι
AT greco Introduzione,25 καὶ τὰ λοιπὰ τῶν βιβλίων
AT greco Introduzione,26 οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα.
AT greco Introduzione,27 Εν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Eὐεργέτου βασιλέως
AT greco Introduzione,28 παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας
AT greco Introduzione,29 εὑρὼν οὐ μικρᾶς παιδείας ἀφόμοιον
AT greco Introduzione,30 ἀναγκαιότατον ἐθέμην καὶ αὐτός τινα προσενέγκασθαι σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον
AT greco Introduzione,31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος
AT greco Introduzione,32 ἐν τῷ διαστήματι τοῦ χρόνου
AT greco Introduzione,33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσθαι
AT greco Introduzione,34 καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν
AT greco Introduzione,35 προκατασκευαζομένους τὰ ἤθη ἐννόμως βιοτεύειν.