Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Tobia BA (Codice Vaticano e Alessandrino) - 14

Tobia BA (Codice Vaticano e Alessandrino)

AT greco Torna al libro

NT greco

AT greco 14 14,1καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ
AT greco 14,2καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι κύριον τὸν θεὸν καὶ ἐξομολογεῖσθαι αὐτῷ
AT greco 14,3μεγάλως δὲ ἐγήρασεν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ τέκνον λαβὲ τοὺς υἱούς σου ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι
AT greco 14,4ἄπελθε εἰς τὴν Μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς καὶ Ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου
AT greco 14,5καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν καὶ οἰκοδομήσουσιν τὸν οἶκον οὐχ οἷος ὁ πρότερος ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται
AT greco 14,6καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον
AT greco 14,7καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν
AT greco 14,8καὶ νῦν τέκνον ἄπελθε ἀπὸ Νινευη ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας
AT greco 14,9σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλῶς ᾖ καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ’ ἐμοῦ καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευη
AT greco 14,10τέκνον ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ καὶ Αχιαχαρος μὲν ἐσώθη ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο
AT greco 14,11καὶ νῦν παιδία ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ τί δικαιοσύνη ῥύεται καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ καὶ ἔθαψεν αὐτὸν ἐνδόξως
AT greco 14,12καὶ ὅτε ἀπέθανεν Αννα ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ ἀπῆλθεν δὲ Τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτοῦ
AT greco 14,13καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβιτ τοῦ πατρὸς αὐτοῦ
AT greco 14,14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας
AT greco 14,15καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευη