Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Tobia BA (Codice Vaticano e Alessandrino) - 7

Tobia BA (Codice Vaticano e Alessandrino)

7 1καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν
2καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου
3καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῷ ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη
4καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν οἱ δὲ εἶπαν γινώσκομεν
5καὶ εἶπεν αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν καὶ ζῇ καὶ ὑγιαίνει καὶ εἶπεν Τωβιας πατήρ μού ἐστιν
6καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐλυπήθη καὶ ἔκλαυσεν
7καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως
8καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα
9εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ καὶ τελεσθήτω τὸ πρᾶγμα
10καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν
11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου
12καὶ εἶπεν Τωβιας οὐ γεύσομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με καὶ εἶπεν Ραγουηλ κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτή σού ἐστιν ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα
13καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς
14καὶ ἐκάλεσεν Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν
15καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν
16καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ
17θάρσει τέκνον ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει θύγατερ