Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 13 13,1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
NT greco ⸂καὶ ἐὰν⸃ ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
13,2 ⸂καὶ ἐὰν⸃ Treg NIV RP ] κἂν WH • ⸄καὶ ἐὰν⸅ NIV RP ] κἂν WH Treg • μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
NT greco ⸂καὶ ἐὰν⸃ ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸅ παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
13,3 ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NIV • ⸄καὶ ἐὰν⸅ Treg NIV RP ] κἂν WH • καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
NT greco Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται,
13,4 ἡ ἀγάπη Treg NIV RP ] - WH
NT greco 13,5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
NT greco 13,6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ·
NT greco 13,7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
NT greco Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
13,8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
NT greco ἐκ μέρους ⸀γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
13,9 γὰρ WH Treg NIV ] δὲ RP
NT greco ὅταν δὲ ἔλθῃ τὸ τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται.
13,10 τὸ WH Treg NIV ] τότε τὸ RP
NT greco ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος⸃· ⸀ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
13,11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP • ὅτε WH Treg NIV ] + δὲ RP
NT greco 13,12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
NT greco 13,13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.