Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 14 14,1 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
NT greco ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
14,2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
NT greco 14,3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
NT greco 14,4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
NT greco θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
14,5 δὲ WH Treg NIV ] γὰρ RP • διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP
NT greco ⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
14,6 Νῦν WH Treg NIV ] Νυνὶ RP
NT greco ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
14,7 δῷ WH Treg NIV ] διδῶ RP
NT greco καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
14,8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NIV
NT greco 14,9 οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
NT greco τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον·
14,10 εἰσιν WH Treg NIV ] ἐστὶν RP • οὐδὲν WH Treg NIV ] + αὐτῶν RP
NT greco 14,11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
NT greco 14,12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
NT greco ⸀Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14,13 Διὸ WH Treg NIV ] Διόπερ RP
NT greco 14,14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
NT greco 14,15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ·
NT greco ἐπεὶ ἐὰν ⸀εὐλογῇς ⸀πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
14,16 εὐλογῇς WH Treg NIV ] εὐλογήσῃς RP • πνεύματι Treg] ἐν πνεύματι WH NIV; τῷ πνεύματι RP
NT greco 14,17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
NT greco εὐχαριστῶ τῷ ⸀θεῷ, πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ·
14,18 θεῷ WH Treg NIV ] + μου RP • γλώσσαις WH NIV RP ] γλώσσῃ Treg • λαλῶ WH Treg NIV ] λαλῶν RP
NT greco ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
14,19 τῷ νοΐ WH Treg NIV ] διὰ τοῦ νοός RP
NT greco 14,20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
NT greco ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
14,21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
NT greco 14,22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
NT greco ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
14,23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP
NT greco 14,24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
NT greco ⸀τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς⸃ ἐν ὑμῖν ἐστιν.
14,25 τὰ WH Treg NIV ] καὶ οὕτως τὰ RP • Ὄντως ὁ θεὸς WH Treg NIV ] Ὁ θεὸς ὄντως RP
NT greco Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
14,26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP • ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
NT greco 14,27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
NT greco ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
14,28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
NT greco 14,29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
NT greco 14,30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
NT greco 14,31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται
NT greco 14,32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,
NT greco 14,33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
NT greco Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
14,34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP • ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP • ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
NT greco εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ⸃.
14,35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH • λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
NT greco 14,36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
NT greco Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστὶν·
14,37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
NT greco εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται.
14,38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
NT greco ὥστε, ἀδελφοί ⸀μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις⸃·
14,39 μου WH Treg NIV ] - RP • μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
NT greco πάντα ⸀δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
14,40 δὲ WH Treg NIV ] - RP