Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
10
11
12
13
14
15
16

1 Corinzi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 6 6,1 Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
NT greco ⸀ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
6,2 ἢ WH Treg NIV ] - RP
NT greco 6,3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;
NT greco 6,4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
NT greco πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν ⸂οὐδεὶς σοφὸς⸃ ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ⸀ἀδελφοῦ αὐτοῦ,
6,5 οὐδεὶς σοφὸς WH Treg NIV ] σοφὸς οὐδὲ εἷς RP • ἀδελφοῦ WH Treg NIV RP ] + καὶ τοῦ ἀδελφοῦ em Holmes
NT greco 6,6 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
NT greco ἤδη μὲν ⸀οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
6,7 οὖν WH Treg RP NA ] - NIV
NT greco ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ⸀τοῦτο ἀδελφούς.
6,8 τοῦτο WH Treg NIV ] ταῦτα RP
NT greco Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ⸂θεοῦ βασιλείαν⸃ οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
6,9 θεοῦ βασιλείαν WH Treg NIV ] βασιλείαν θεοῦ RP
NT greco οὔτε ⸂κλέπται οὔτε πλεονέκται⸃, ⸀οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ⸀θεοῦ κληρονομήσουσιν.
6,10 κλέπται οὔτε πλεονέκται WH Treg NIV ] πλεονέκται οὔτε κλέπται RP • οὐ WH Treg NIV ] οὔτε RP • θεοῦ WH Treg NIV ] + οὐ RP
NT greco καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸀Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
6,11 Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NIV; ἡμῶν Ἰησοῦ Χριστοῦ WH
NT greco 6,12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
NT greco 6,13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
NT greco 6,14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
NT greco 6,15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
NT greco ⸀ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.
6,16 ἢ WH Treg NIV ] - RP
NT greco 6,17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.
NT greco 6,18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
NT greco 6,19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν,
NT greco ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ⸀ὑμῶν.
6,20 ὑμῶν WH Treg NIV ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP