Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 2 Corinzi - 2

2 Corinzi

NT greco Torna al libro

AT greco

NT greco 2 ἔκρινα ⸀γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν·
2,1 γὰρ WH NIV ] δὲ Treg RP
NT greco εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ ⸀τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
2,2 τίς WH Treg NIV ] + ἐστιν RP
NT greco καὶ ⸀ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην ⸀σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
2,3 ἔγραψα WH Treg NIV ] + ὑμῖν RP • σχῶ WH Treg NIV ] ἔχω RP
NT greco 2,4ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
NT greco 2,5Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.
NT greco 2,6ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων,
NT greco ὥστε τοὐναντίον ⸀μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
2,7 μᾶλλον Treg NIV RP ] - WH
NT greco 2,8διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
NT greco 2,9εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
NT greco ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ⸂ὃ κεχάρισμαι, εἴ τι⸃ κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
2,10 ὃ κεχάρισμαι, εἴ τι WH Treg NIV ] εἴ τι κεχάρισμαι ᾧ RP
NT greco 2,11ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
NT greco 2,12Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
NT greco 2,13οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
NT greco 2,14Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ·
NT greco 2,15ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
NT greco οἷς μὲν ὀσμὴ ⸀ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ⸁ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
2,16 ⸀ἐκ WH Treg NIV ] - RP • ⸁ἐκ WH Treg NIV ] - RP
NT greco οὐ γάρ ἐσμεν ὡς οἱ ⸀πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ ⸀κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
2,17 πολλοὶ WH Treg NIV ] λοιποί RP • κατέναντι WH Treg NIV ] κατενώπιον τοῦ RP