Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13

2 Corinzi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 3 Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν; ⸀ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν;
3,1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg • ἢ WH Treg NIV ] Εἰ RP • ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
NT greco 3,2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
NT greco 3,3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.
NT greco 3,4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
NT greco οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃ λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
3,5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP • αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NIV RP
NT greco 3,6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
NT greco Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
3,7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
NT greco 3,8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
NT greco εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
3,9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP
NT greco καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
3,10 εἵνεκεν WH Treg NIV ] ἕνεκεν RP
NT greco 3,11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
NT greco 3,12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
NT greco καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
3,13 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
NT greco ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι ἐν Χριστῷ καταργεῖται,
3,14 ἡμέρας WH Treg NIV ] - RP • ὅτι WH Treg NIV ] ὅ τι RP
NT greco ἀλλ’ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
3,15 ἂν ἀναγινώσκηται WH Treg NIV ] ἀναγινώσκεται RP
NT greco ἡνίκα ⸂δὲ ἐὰν⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
3,16 δὲ ἐὰν WH NIV] δὲ ἂν Treg RP
NT greco ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου, ἐλευθερία.
3,17 κυρίου WH Treg NIV ] + ἐκεῖ RP
NT greco 3,18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.