Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Apocalittica - Apocalisse - 16

Apocalisse

NT greco Torna al libro

AT greco

NT greco 16 Καὶ ἤκουσα ⸂μεγάλης φωνῆς⸃ ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
16,1 μεγάλης φωνῆς WH NIV ] φωνῆς μεγάλης Treg RP • ἐκχέετε WH NIV ] ἐκχέατε Treg RP
NT greco 16,2Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
NT greco Καὶ ὁ ⸀δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆς ἀπέθανεν ⸀τὰ ἐν τῇ θαλάσσῃ.
16,3 δεύτερος WH Treg NIV ] + ἄγγελος RP • ζωῆς WH Treg NIV ] ζῶσα RP • τὰ WH Treg NIV ] - RP
NT greco Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς ⸀καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
16,4 καὶ WH Treg NIV ] + εἰς RP
NT greco καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ⸀ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας,
16,5 ὁ WH NIV RP ] - Treg
NT greco ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸀δέδωκας πιεῖν· ἄξιοί εἰσιν.
16,6 δέδωκας WH Treg NIV ] ἔδωκας RP
NT greco 16,7καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
NT greco Καὶ ὁ ⸀τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸂τοὺς ἀνθρώπους ἐν πυρί⸃.
16,8 τέταρτος WH Treg NIV ] + ἄγγελος RP • τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NIV ] ἐν πυρί τοὺς ἀνθρώπους RP
NT greco καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
16,9 ἐβλασφήμησαν WH Treg NIV ] + οἱ ἄνθρωποι RP • τὴν WH Treg NIV ] - RP
NT greco 16,10Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
NT greco 16,11καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
NT greco Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
16,12 τὸν WH Treg NIV ] - RP
NT greco καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα⸃ ὡς βάτραχοι·
16,13 τρία ἀκάθαρτα WH Treg NIV ] ἀκάθαρτα τρία RP
NT greco εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος —
16,14 ἡμέρας WH Treg NIV ] + ἐκείνης RP
NT greco 16,15Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ —
NT greco 16,16καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
NT greco Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα — καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸀ἐκ τοῦ ⸀ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν —
16,17 ἐκ WH Treg NIV ] ἀπὸ RP • ναοῦ WH Treg NIV ] + τοῦ οὐρανοῦ RP
NT greco καὶ ἐγένοντο ἀστραπαὶ καὶ ⸂φωναὶ καὶ βρονταί⸃, καὶ σεισμὸς ⸀ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ⸂ἄνθρωποι ἐγένοντο⸃ ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας,
16,18 φωναὶ καὶ βρονταί WH Treg NIV ] βρονταί καὶ φωναὶ RP • ἐγένετο WH Treg NIV ] - RP • ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NIV
NT greco 16,19καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ·
NT greco 16,20καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
NT greco 16,21καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.