Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Apocalittica - Apocalisse - 5

Apocalisse

NT greco Torna al libro

AT greco

NT greco 5 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
5,1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
NT greco καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
5,2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
NT greco καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ⸃ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
5,3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP • οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
NT greco καὶ ⸀ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
5,4 ἐγὼ WH Treg RP ] - NIV
NT greco καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
5,5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
NT greco Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸς ὡς ἐσφαγμένον, ⸀ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
5,6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg • ἔχων WH Treg NIV ] ἔχον RP • οἵ WH Treg NIV ] ἃ RP • ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
NT greco 5,7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
NT greco καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱ προσευχαὶ τῶν ἁγίων·
5,8 αἱ WH Treg NIV ] - RP
NT greco καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
5,9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
NT greco καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσιν ἐπὶ τῆς γῆς.
5,10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP • βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
NT greco Καὶ εἶδον, καὶ ⸀ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
5,11 ἤκουσα WH Treg NIV ] + ὡς RP
NT greco λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
5,12 καὶ WH Treg NIV ] + τὸν RP
NT greco καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων.
5,13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP • πάντα WH Treg NIV ] πάντας RP • τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP • αἰώνων WH Treg NIV ] + Ἀμήν RP
NT greco καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
5,14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP