Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Apocalittica - Apocalisse - 7

Apocalisse

7 ⸀Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶν δένδρον.
7,1 Μετὰ WH NIV ] Καὶ μετὰ Treg RP • πᾶν WH NIV ] τι Treg RP
2καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ⸀ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
7,3 ἄχρι WH Treg NIV ] + οὗ RP
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ⸀ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ⸀ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
7,4 ἑκατὸν WH Treg NIV ] + καὶ RP • ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμένων RP
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
7,5 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
6ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ⸀ἐσφραγισμένοι.
7,8 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι ⸀αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ⸀φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
7,9 αὐτὸν WH Treg NIV ] - RP • ἑστῶτες WH Treg NIV ] ἑστώτας RP • φοίνικες WH Treg NIV ] φοίνικας RP
10καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
11καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
12λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
καὶ ⸀εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ⸀αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
7,14 εἴρηκα WH Treg NIV ] εἶπον RP • αὐτὰς WH Treg NIV ] - RP
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσει ἐπ’ αὐτούς.
7,15 τοῦ θρόνου WH Treg NIV ] τῷ θρόνῳ RP
οὐ πεινάσουσιν ἔτι ⸀οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
7,16 οὐδὲ WH Treg NIV ] οὐδ᾽ οὐ RP
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ⸀ποιμανεῖ αὐτούς, καὶ ⸀ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
7,17 ποιμανεῖ WH Treg NIV ] ποιμαίνει RP • ὁδηγήσει WH Treg NIV ] ὁδηγεῖ RP

Note al testo

7,1 Μετὰ WH NIV ] Καὶ μετὰ Treg RP • πᾶν WH NIV ] τι Treg RP
7,3 ἄχρι WH Treg NIV ] + οὗ RP
7,4 ἑκατὸν WH Treg NIV ] + καὶ RP • ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμένων RP
7,5 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
7,8 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
7,9 αὐτὸν WH Treg NIV ] - RP • ἑστῶτες WH Treg NIV ] ἑστώτας RP • φοίνικες WH Treg NIV ] φοίνικας RP
7,14 εἴρηκα WH Treg NIV ] εἶπον RP • αὐτὰς WH Treg NIV ] - RP
7,15 τοῦ θρόνου WH Treg NIV ] τῷ θρόνῳ RP
7,16 οὐδὲ WH Treg NIV ] οὐδ᾽ οὐ RP
7,17 ποιμανεῖ WH Treg NIV ] ποιμαίνει RP • ὁδηγήσει WH Treg NIV ] ὁδηγεῖ RP