Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 11 11,1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
NT greco ⸂ὅτε δὲ⸃ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
11,2 ὅτε δὲ WH Treg NIV ] Καὶ ὅτε RP • Ἰερουσαλήμ WH Treg NIV ] Ἱεροσόλυμα RP
NT greco λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες⸃ αὐτοῖς.
11,3 Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NIV ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg
NT greco ἀρξάμενος ⸀δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
11,4 δὲ WH Treg NIV ] + ὁ RP
NT greco 11,5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
NT greco 11,6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
NT greco ἤκουσα δὲ ⸀καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
11,7 καὶ WH Treg NIV ] - RP
NT greco εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
11,8 ὅτι WH Treg NIV ] + πᾶν RP
NT greco ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου⸃ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
11,9 φωνὴ ἐκ δευτέρου Treg NIV ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP
NT greco τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν⸃ ἅπαντα εἰς τὸν οὐρανόν.
11,10 ἀνεσπάσθη πάλιν WH Treg NIV ] πάλιν ἀνεσπάσθη RP
NT greco καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
11,11 ἦμεν WH Treg NA ] ἤμην NIV RP
NT greco εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
11,12 τὸ πνεῦμά μοι WH Treg NIV ] μοι τὸ πνεῦμά RP • διακρίναντα WH Treg NIV ] διακρινόμενον RP
NT greco ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
11,13 δὲ WH Treg NIV ] τε RP • εἰπόντα WH Treg NIV ] + αὐτῷ RP • Ἰόππην WH Treg NIV ] + ἄνδρας RP
NT greco 11,14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
NT greco 11,15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ.
NT greco ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
11,16 τοῦ WH Treg NIV ] - RP
NT greco εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
11,17 ἐγὼ WH Treg NIV ] + δὲ RP
NT greco ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃.
11,18 ἐδόξασαν WH Treg NIV ] ἐδόξαζον RP • Ἄρα WH Treg NIV ] + γε RP • εἰς ζωὴν ἔδωκεν WH Treg NIV ] ἔδωκεν εἰς ζωὴν RP
NT greco 11,19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
NT greco ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ πρὸς τοὺς ⸀Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
11,20 ἐλθόντες WH Treg NIV ] εἰσελθόντες RP • καὶ WH Treg NIV ] - RP • Ἑλληνιστάς WH RP NA ] Ἕλληνας Treg NIV
NT greco καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
11,21 ὁ WH Treg NIV ] - RP
NT greco ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης ἐν ⸀Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν ἕως Ἀντιοχείας·
11,22 οὔσης WH Treg NIV ] - RP • Ἰερουσαλὴμ WH Treg NIV ] Ἱεροσολύμοις RP• Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA
NT greco ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν τῷ κυρίῳ,
11,23 τὴν WH Treg NIV ] - RP • προσμένειν Treg NIV RP ] + ἐν WH
NT greco 11,24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
NT greco ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
11,25 Ταρσὸν WH Treg NIV ] + ὁ Βαρνάβας RP
NT greco καὶ εὑρὼν ⸀ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
11,26 ἤγαγεν WH Treg NIV ] + αὐτὸν RP • αὐτοῖς καὶ WH Treg NIV ] αὐτοὺς RP • ἐν WH Treg NIV ] - RP • πρώτως WH Treg NIV ] πρώτον RP
NT greco 11,27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
NT greco ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις ἐγένετο ἐπὶ ⸀Κλαυδίου.
11,28 μεγάλην WH Treg NIV ] μέγαν RP • ἥτις WH Treg NIV ] ὅστις καὶ RP • Κλαυδίου WH Treg NIV ] + Καίσαρος RP
NT greco 11,29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
NT greco 11,30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.