Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28

Atti degli Apostoli

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 14 14,1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
NT greco οἱ δὲ ⸀ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
14,2 ἀπειθήσαντες WH Treg NIV ] ἀπειθοῦντες RP
NT greco ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
14,3 τῷ WH Treg RP ] ἐπὶ τῷ NIV
NT greco 14,4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
NT greco 14,5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
NT greco 14,6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
NT greco κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν⸃.
14,7 εὐαγγελιζόμενοι ἦσαν WH Treg NIV ] ἦσαν εὐαγγελιζόμενοι RP
NT greco Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις⸃ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ, ὃς οὐδέποτε ⸀περιεπάτησεν.
14,8 ἀδύνατος ἐν Λύστροις WH NIV ] ἐν Λύστροις ἀδύνατος Treg RP • αὐτοῦ WH Treg NIV ] + ὑπάρχων RP • περιεπάτησεν WH Treg NIV ] περιπεπατήκει RP
NT greco οὗτος ⸀ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν⸃ τοῦ σωθῆναι
14,9 ἤκουσεν Treg NIV RP ] ἤκουεν WH • ἔχει πίστιν WH Treg NIV ] πίστιν ἔχει RP
NT greco εἶπεν ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός· καὶ ⸀ἥλατο καὶ περιεπάτει.
14,10 μεγάλῃ WH Treg NIV ] + τῇ RP • ὀρθός WH Treg NIV ] ὀρθῶς RP • ἥλατο WH Treg NIV ] ἥλλετο RP
NT greco οἵ ⸀τε ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
14,11 τε WH NIV ] δὲ Treg RP • ἐποίησεν WH Treg NIV ] + ὁ RP
NT greco ἐκάλουν τε ⸀τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
14,12 τὸν WH Treg NIV ] + μὲν RP
NT greco ὅ ⸀τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14,13 τε WH Treg NIV ] δὲ RP • πόλεως WH Treg NIV ] + αὐτῶν RP
NT greco ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν ⸀ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
14,14 αὐτῶν Treg NIV RP ] ἑαυτῶν WH • ἐξεπήδησαν WH Treg NIV ] εἰσεπήδησαν RP
NT greco καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
14,15 θεὸν WH Treg NIV ] τὸν θεὸν τὸν RP
NT greco 14,16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
NT greco ⸀καίτοι οὐκ ἀμάρτυρον ⸀αὑτὸν ἀφῆκεν ⸀ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν.
14,17 καίτοι WH Treg NIV ] Καίτοιγε RP • αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NIV • ἀγαθουργῶν WH Treg NIV ] ἀγαθοποιῶν RP • ὑμῶν WH Treg NIV ] ἡμῶν RP
NT greco 14,18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
NT greco Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες αὐτὸν τεθνηκέναι.
14,19 νομίζοντες WH Treg NIV ] νομίσαντες RP
NT greco κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν⸃ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
14,20 τῶν μαθητῶν αὐτὸν WH Treg NIV ] αὐτὸν τῶν μαθητῶν RP
NT greco Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς Ἰκόνιον καὶ ⸁εἰς Ἀντιόχειαν,
14,21 ⸀εἰς WH Treg NIV ] - RP • ⸁εἰς WH Treg NIV ] - RP
NT greco 14,22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
NT greco χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατ’ ἐκκλησίαν πρεσβυτέρους⸃ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
14,23 κατ᾽ ἐκκλησίαν πρεσβυτέρους WH Treg NIV ] πρεσβυτέρους κατ᾽ ἐκκλησίαν RP
NT greco καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν,
14,24 τὴν WH Treg NIV ] - RP
NT greco 14,25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
NT greco 14,26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
NT greco παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
14,27 ἀνήγγελλον WH Treg NIV ] ἀνήγγειλαν RP
NT greco διέτριβον ⸀δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
14,28 δὲ WH Treg NIV ] + ἐκεῖ RP