Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Atti degli Apostoli - Atti degli Apostoli - 18

Atti degli Apostoli

18 ⸀Μετὰ ταῦτα ⸀χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
18,1 Μετὰ WH Treg NIV ] + δὲ RP • χωρισθεὶς WH Treg NIV ] + ὁ Παῦλος RP
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
18,2 διατεταχέναι WH Treg NIV ] τεταχέναι RP • ἀπὸ WH Treg NIV ] ἐκ RP
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς καὶ ⸀ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ⸃.
18,3 ἠργάζετο Treg NIV RP ] ἠργάζοντο WH • τῇ τέχνῃ WH Treg NIV ] τὴν τέχνην RP
4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι τὸν χριστὸν Ἰησοῦν.
18,5 λόγῳ WH Treg NIV ] πνεύματι RP • εἶναι WH Treg NIV ] - RP
6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
18,7 εἰσῆλθεν NIV ] ἦλθεν WH Treg RP • Τιτίου WH Treg NIV ] - RP
8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ δι’ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
18,9 ἐν νυκτὶ δι᾽ ὁράματος WH Treg NIV ] δι᾽ ὁράματος ἐν νυκτὶ RP
10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
18,11 δὲ WH Treg NIV ] τε RP
Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
18,12 ἀνθυπάτου ὄντος WH Treg NIV ] ἀνθυπατεύοντος RP • ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NIV RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH
λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
18,13 ἀναπείθει οὗτος WH Treg NIV ] οὗτος ἀναπείθει RP
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
18,14 μὲν WH Treg NIV ] + οὖν RP
εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
18,15 ζητήματά WH Treg NIV ] ζήτημά RP • κριτὴς WH Treg NIV ] + γὰρ RP
16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν.
18,17 πάντες WH Treg NIV ] + οἱ Ἕλληνες RP • ἔμελεν WH Treg NIV ] ἔμελλεν RP
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν⸃, εἶχεν γὰρ εὐχήν.
18,18 ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NIV ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP
⸀κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο τοῖς Ἰουδαίοις.
18,19 κατήντησαν WH Treg NIV ] Κατήντησεν RP • διελέξατο WH Treg NIV ] διελέχθη RP
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι οὐκ ἐπένευσεν,
18,20 μεῖναι WH Treg NIV ] + παρ᾽ αὐτοῖς RP
⸂ἀλλὰ ἀποταξάμενος καὶ⸃ ⸀εἰπών· ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
18,21 ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NIV ] ἀλλ᾽ ἀπετάξατο αὐτοῖς RP • εἰπών WH Treg NIV ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP •  Πάλιν WH Treg NIV ] + δὲ RP
22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων πάντας τοὺς μαθητάς.
18,23 στηρίζων WH Treg ] ἐπιστηρίζων NIV RP
24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
18,25 Ἰησοῦ WH Treg NIV ] κυρίου RP
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃.
18,26 Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NIV ] Ἀκύλας καὶ Πρίσκιλλα RP • ὁδὸν τοῦ θεοῦ WH Treg NIV ] τοῦ θεοῦ ὁδὸν RP
27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

Note al testo