Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Atti degli Apostoli - Atti degli Apostoli - 25

Atti degli Apostoli

NT greco Torna al libro

AT greco

NT greco 25 25,1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
NT greco ἐνεφάνισάν ⸀τε αὐτῷ ⸂οἱ ἀρχιερεῖς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
25,2 τε WH Treg NIV ] δὲ RP • οἱ ἀρχιερεῖς WH Treg NIV ] ὁ ἀρχιερεὺς RP
NT greco 25,3αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
NT greco ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν⸃, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
25,4 εἰς Καισάρειαν WH Treg NIV ] ἐν Καισαρείᾳ RP
NT greco Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
25,5 ἐν ὑμῖν φησίν δυνατοὶ WH Treg NIV ] δυνατοὶ ἐν ὑμῖν φησίν RP • ἄτοπον WH Treg NIV ] τούτω RP
NT greco Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ⸃ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
25,6 οὐ πλείους ὀκτὼ WH Treg NA ] πλείους RP; ὀκτὼ NIV
NT greco παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
25,7 αὐτὸν WH Treg NIV ] - RP • καταφέροντες WH Treg NIV ] φέροντες κατὰ τοῦ Παῦλου RP
NT greco ⸂τοῦ Παύλου ἀπολογουμένου⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
25,8 τοῦ Παύλου ἀπολογουμένου WH Treg NIV ] ἀπολογουμένου αὐτοῦ RP
NT greco ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις⸃ χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι ἐπ’ ἐμοῦ;
25,9 θέλων τοῖς Ἰουδαίοις WH Treg NIV ] τοῖς Ἰουδαίοις θέλων RP • κριθῆναι WH Treg NIV ] κρίνεσθαι RP
NT greco εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸃ εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
25,10 Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς Treg NIV RP ] Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH • ἠδίκησα NIV RP ] ἠδίκηκα WH Treg
NT greco εἰ μὲν ⸀οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
25,11 οὖν WH Treg NIV ] γὰρ RP
NT greco 25,12τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
NT greco 25,13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
NT greco ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
25,14 διέτριβον WH Treg NIV ] διέτριβεν RP
NT greco περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ ⸀καταδίκην·
25,15 καταδίκην WH Treg NIV ] δίκην RP
NT greco πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
25,16 ἄνθρωπον WH Treg NIV ] + εἰς ἀπώλειαν RP
NT greco συνελθόντων ⸀οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
25,17 οὖν WH ] + αὐτῶν Treg NIV RP
NT greco περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερον ὧν ⸂ἐγὼ ὑπενόουν⸃ ⸀πονηρῶν,
25,18 ἔφερον WH Treg NIV ] ἐπέφερον RP • ἐγὼ ὑπενόουν WH Treg NIV ] ὑπενόουν ἐγὼ RP • πονηρῶν WH Treg NIV ] - RP
NT greco 25,19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
NT greco ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
25,20 τούτων WH Treg NIV ] τούτου RP • Ἱεροσόλυμα WH Treg NIV ] Ἱερουσαλήμ RP
NT greco τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
25,21 ἀναπέμψω WH Treg NIV ] πέμψω RP
NT greco Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
25,22 Φῆστον WH Treg NIV ] + ἔφη RP • Αὔριον WH Treg NIV ] Ὁ δέ Αὔριον RP
NT greco Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ⸀ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
25,23 τε WH Treg NIV ] + τοῖς RP • ἐξοχὴν WH Treg NIV ] + οὖσιν RP
NT greco καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντες μὴ δεῖν ⸂αὐτὸν ζῆν⸃ μηκέτι.
25,24 ἅπαν WH Treg NIV ] πᾶν RP • ἐνέτυχόν Treg NIV RP ] ἐνέτυχέν WH • βοῶντες WH Treg NIV ] ἐπιβοῶντες RP • αὐτὸν ζῆν WH Treg NIV ] ζῆν αὐτὸν RP
NT greco ἐγὼ δὲ ⸀κατελαβόμην μηδὲν ἄξιον ⸂αὐτὸν θανάτου⸃ πεπραχέναι, ⸀αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν.
25,25 κατελαβόμην WH Treg NIV ] καταλαβόμενος RP • αὐτὸν θανάτου WH Treg NIV ] θανάτου αὐτὸν RP • αὐτοῦ WH Treg NIV ] καὶ αὐτοῦ RP • πέμπειν WH Treg NIV ] + αὐτόν RP
NT greco περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω·
25,26 γράψω WH Treg NIV ] γράψαι RP
NT greco 25,27ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.