Atti degli Apostoli
NT greco Torna al libro
CEI 2008 Vai al libro
NT greco 3
⸂Πέτρος δὲ⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
CEI 2008
Pietro e Giovanni salivano al tempio per la preghiera delle tre del pomeriggio.
3,1-10 Guarigione di uno storpio
3,1 Le tre del pomeriggio, alla lettera l’“ora nona”, era l’ora del sacrificio serale.
3,1 Le tre del pomeriggio, alla lettera l’“ora nona”, era l’ora del sacrificio serale.
NT greco
3,2
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν,
CEI 2008
Qui di solito veniva portato un uomo, storpio fin dalla nascita; lo ponevano ogni giorno presso la porta del tempio detta Bella, per chiedere l'elemosina a coloro che entravano nel tempio.
NT greco
εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει.
NT greco
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ⸃ καὶ τὰ ⸀σφυδρά,
NT greco
ἐπεγίνωσκον ⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
NT greco
Κρατοῦντος δὲ ⸀αὐτοῦ τὸν Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς⸃ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
NT greco
ἰδὼν δὲ ⸀ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
NT greco
ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ⸃ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν παρεδώκατε καὶ ⸀ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
CEI 2008
Il Dio di Abramo, il Dio di Isacco, il Dio di Giacobbe, il Dio dei nostri padri ha glorificato il suo servo Gesù, che voi avete consegnato e rinnegato di fronte a Pilato, mentre egli aveva deciso di liberarlo;
3,13-14 Citazione di Es 3,6; vedi anche Is 53,11. Per la decisione da parte di Pilato di rilasciare Gesù, vedi Lc 23,16.22. L’assassino graziato è Barabba.
NT greco
καὶ ⸀ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
NT greco
ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶν παθεῖν τὸν χριστὸν ⸀αὐτοῦ ἐπλήρωσεν οὕτως.
NT greco
3,20
ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν,
NT greco
ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν⸃.
CEI 2008
Bisogna che il cielo lo accolga fino ai tempi della ricostituzione di tutte le cose, delle quali Dio ha parlato per bocca dei suoi santi profeti fin dall'antichità.
NT greco
Μωϋσῆς ⸀μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
CEI 2008
Mosè infatti disse: Il Signore vostro Dio farà sorgere per voi, dai vostri fratelli, un profeta come me; voi lo ascolterete in tutto quello che egli vi dirà.
NT greco
ὑμεῖς ἐστε ⸀οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς⸃ πρὸς τοὺς πατέρας ⸀ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
NT greco
ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς⸃ τὸν παῖδα ⸀αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.