Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Efesini - 5

Efesini

5 1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
5,2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg • ἡμῶν RP NIV Treg ] ὑμῶν WH
Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα⸃ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
5,3 ἀκαθαρσία πᾶσα WH Treg NIV ] πᾶσα ἀκαθαρσία RP
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν⸃, ἀλλὰ μᾶλλον εὐχαριστία.
5,4 ἃ οὐκ ἀνῆκεν WH Treg NIV ] τὰ οὐκ ἀνήκοντα RP
τοῦτο γὰρ ⸀ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
5,5 ἴστε WH Treg NIV ] ἔστε RP • ὅ WH Treg NIV ] ὅς RP
6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
5,9 φωτὸς WH Treg NIV ] πνεύματος RP
10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
5,15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
5,17 συνίετε WH Treg NIV ] συνιέντες RP
18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
5,19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV • ψάλλοντες WH NIV ] + ἐν Treg RP
20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
5,22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος.
5,23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
5,24 ὡς WH Treg NIV ] ὡσπερ RP • τοῖς WH Treg NIV ] + ἰδίοις RP
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
5,25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
5,27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
5,28 καὶ WH Treg NIV ] - RP
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
5,29 Χριστὸς WH Treg NIV ] κύριος RP
ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ.
5,30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
5,31 τὸν WH NIV RP ] - Treg • πατέρα WH Treg NIV ] + αὐτοῦ RP • τὴν WH NIV RP ] - Treg • τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP
32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Note al testo

5,2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg • ἡμῶν RP NIV Treg ] ὑμῶν WH
5,3 ἀκαθαρσία πᾶσα WH Treg NIV ] πᾶσα ἀκαθαρσία RP
5,4 ἃ οὐκ ἀνῆκεν WH Treg NIV ] τὰ οὐκ ἀνήκοντα RP
5,5 ἴστε WH Treg NIV ] ἔστε RP • ὅ WH Treg NIV ] ὅς RP
5,9 φωτὸς WH Treg NIV ] πνεύματος RP
5,15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
5,17 συνίετε WH Treg NIV ] συνιέντες RP
5,19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV • ψάλλοντες WH NIV ] + ἐν Treg RP
5,22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
5,23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
5,24 ὡς WH Treg NIV ] ὡσπερ RP • τοῖς WH Treg NIV ] + ἰδίοις RP
5,25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
5,27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
5,28 καὶ WH Treg NIV ] - RP
5,29 Χριστὸς WH Treg NIV ] κύριος RP
5,30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
5,31 τὸν WH NIV RP ] - Treg • πατέρα WH Treg NIV ] + αὐτοῦ RP • τὴν WH NIV RP ] - Treg • τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP