Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4

Filippesi

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 1 Παῦλος καὶ Τιμόθεος δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ⸃ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
1,1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
NT greco 1,2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
NT greco 1,3 Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
NT greco 1,4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
NT greco ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
1,5 τῆς WH Treg NIV ] - RP
NT greco πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ⸃·
1,6 Χριστοῦ Ἰησοῦ Treg NIV RP ] Ἰησοῦ Χριστοῦ WH
NT greco 1,7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·
NT greco μάρτυς γάρ ⸀μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ⸂Χριστοῦ Ἰησοῦ⸃.
1,8 μου WH Treg NIV ] + ἐστιν RP • Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
NT greco 1,9 καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
NT greco 1,10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
NT greco πεπληρωμένοι ⸂καρπὸν δικαιοσύνης τὸν⸃ διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
1,11 καρπὸν δικαιοσύνης τὸν WH Treg NIV ] καρπῶν δικαιοσύνης τῶν RP
NT greco 1,12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
NT greco 1,13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
NT greco καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν ⸀λόγον λαλεῖν.
1,14 λόγον RP NA ] + τοῦ θεοῦ WH Treg NIV
NT greco 1,15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
NT greco οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι⸃,
1,16–17 ἀγάπης … κεῖμαι WH Treg NIV ] ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου RP • ἐριθείας … δεσμοῖς μου WH Treg NIV ] ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι RP
NT greco 1,17 οἱ δὲ ἐξ ⸂ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου⸃.
NT greco τί γάρ; πλὴν ⸀ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι,
1,18 ὅτι WH Treg NIV ] - RP
NT greco 1,19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
NT greco 1,20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
NT greco 1,21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
NT greco 1,22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου — καὶ τί αἱρήσομαι οὐ γνωρίζω·
NT greco συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ ⸀γὰρ μᾶλλον κρεῖσσον,
1,23 γὰρ WH Treg NIV ] - RP
NT greco τὸ δὲ ἐπιμένειν ⸀ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.
1,24 ἐν Treg NIV RP ] - WH
NT greco καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ ⸀παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
1,25 παραμενῶ WH Treg NIV ] συμπαραμενῶ RP
NT greco 1,26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
NT greco Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ⸀ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
1,27 ἀκούω WH Treg NIV ] ἀκούσω RP
NT greco καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις ⸂ἐστὶν αὐτοῖς⸃ ἔνδειξις ἀπωλείας, ⸀ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
1,28 ἐστὶν αὐτοῖς WH Treg NIV ] αὐτοῖς μέν ἐστιν RP • ὑμῶν WH Treg NIV ] ὑμῖν RP
NT greco 1,29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
NT greco 1,30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.