Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Filèmone - 1

Filèmone

1 1Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
1,2 ἀδελφῇ WH Treg NIV ] ἀγαπητῇ RP
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸀πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
1,5 πρὸς NIV RP ] εἰς WH Treg
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ ⸀τοῦ ἐν ἡμῖν εἰς ⸀Χριστόν·
1,6 τοῦ WH NIV RP ] - Treg • Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
⸀χαρὰν γὰρ ⸂πολλὴν ἔσχον⸃ καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
1,7 χαρὰν WH Treg NIV ] Χάριν RP • πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ⸃—
1,9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον,
1,10 δεσμοῖς WH Treg NIV ] + μου RP
τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
1,11 δὲ WH Treg RP ] + καὶ NIV
ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃·
1,12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ⸃ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
1,13 μοι διακονῇ WH Treg NIV ] διακονῇ μοι RP
14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον·
15τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
16οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
17Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ⸀ἐλλόγα·
1,18 ἐλλόγα WH Treg NIV ] ἐλλόγει RP
19ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ.
1,20 Χριστῷ WH Treg NIV ] κυρίῳ RP
πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃ λέγω ποιήσεις.
1,21 ἃ WH Treg NIV ] ὃ RP
22ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
⸀Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
1,23 Ἀσπάζεταί WH Treg NIV ] Ἀσπάζονταί RP
24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Ἡ χάρις τοῦ ⸀κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν.
1,25 κυρίου WH NIV ] + ἡμῶν Treg RP • ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

Note al testo

1,2 ἀδελφῇ WH Treg NIV ] ἀγαπητῇ RP
1,5 πρὸς NIV RP ] εἰς WH Treg
1,6 τοῦ WH NIV RP ] - Treg • Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
1,7 χαρὰν WH Treg NIV ] Χάριν RP • πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
1,9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
1,10 δεσμοῖς WH Treg NIV ] + μου RP
1,11 δὲ WH Treg RP ] + καὶ NIV
1,12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP
1,13 μοι διακονῇ WH Treg NIV ] διακονῇ μοι RP
1,18 ἐλλόγα WH Treg NIV ] ἐλλόγει RP
1,20 Χριστῷ WH Treg NIV ] κυρίῳ RP
1,21 ἃ WH Treg NIV ] ὃ RP
1,23 Ἀσπάζεταί WH Treg NIV ] Ἀσπάζονταί RP
1,25 κυρίου WH NIV ] + ἡμῶν Treg RP • ὑμῶν WH Treg NIV ] + Ἀμήν RP