Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1

Filèmone

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 1 1,1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
NT greco καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
1,2 ἀδελφῇ WH Treg NIV ] ἀγαπητῇ RP
NT greco 1,3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
NT greco 1,4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
NT greco ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸀πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
1,5 πρὸς NIV RP ] εἰς WH Treg
NT greco ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ ⸀τοῦ ἐν ἡμῖν εἰς ⸀Χριστόν·
1,6 τοῦ WH NIV RP ] - Treg • Χριστόν WH Treg NIV ] + Ἰησοῦν RP
NT greco ⸀χαρὰν γὰρ ⸂πολλὴν ἔσχον⸃ καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
1,7 χαρὰν WH Treg NIV ] Χάριν RP • πολλὴν ἔσχον WH Treg NIV ] ἔχομεν πολλὴν RP
NT greco 1,8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
NT greco διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ⸃—
1,9 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
NT greco παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον,
1,10 δεσμοῖς WH Treg NIV ] + μου RP
NT greco τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
1,11 δὲ WH Treg RP ] + καὶ NIV
NT greco ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃·
1,12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP
NT greco ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ⸃ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
1,13 μοι διακονῇ WH Treg NIV ] διακονῇ μοι RP
NT greco 1,14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον·
NT greco 1,15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
NT greco 1,16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
NT greco 1,17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
NT greco εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ⸀ἐλλόγα·
1,18 ἐλλόγα WH Treg NIV ] ἐλλόγει RP
NT greco 1,19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
NT greco ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ.
1,20 Χριστῷ WH Treg NIV ] κυρίῳ RP
NT greco πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃ λέγω ποιήσεις.
1,21 ἃ WH Treg NIV ] ὃ RP
NT greco 1,22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
NT greco ⸀Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
1,23 Ἀσπάζεταί WH Treg NIV ] Ἀσπάζονταί RP
NT greco 1,24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
NT greco Ἡ χάρις τοῦ ⸀κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν.
1,25 κυρίου WH NIV ] + ἡμῶν Treg RP • ὑμῶν WH Treg NIV ] + Ἀμήν RP