Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5

Giacomo

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 3 3,1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα·
NT greco 3,2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
NT greco ⸂εἰ δὲ⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν ⸀εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
3,3 εἰ δὲ WH Treg NIV ] Ἴδε RP • εἰς WH Treg NIV ] πρὸς RP
NT greco ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν⸃ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται⸃·
3,4 ἀνέμων σκληρῶν WH Treg NIV ] σκληρῶν ἀνέμων RP • ἡ … βούλεται WH Treg NIV ] ἂν ἡ … βούληται RP
NT greco οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ⸃. Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
3,5 μεγάλα αὐχεῖ WH Treg NIV ] μεγαλαυχεῖ RP • ἡλίκον WH Treg NIV ] ὀλίγον RP
NT greco καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
3,6 ἀδικίας WH Treg NIV ] + οὕτως RP
NT greco 3,7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
NT greco τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων⸃· ⸀ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
3,8 δαμάσαι δύναται ἀνθρώπων WH Treg NIV ] δύναται ἀνθρώπων δαμάσαι RP • ἀκατάστατον WH Treg NIV ] ἀκατάσχετον RP
NT greco ἐν αὐτῇ εὐλογοῦμεν τὸν ⸀κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας·
3,9 κύριον WH Treg NIV ] θεὸν RP
NT greco 3,10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
NT greco 3,11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
NT greco μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; ⸂οὔτε ἁλυκὸν⸃ γλυκὺ ποιῆσαι ὕδωρ.
3,12 οὔτε ἁλυκὸν WH Treg NIV ] Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ RP
NT greco 3,13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
NT greco 3,14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
NT greco 3,15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
NT greco 3,16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
NT greco ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ⸀ἀδιάκριτος, ἀνυπόκριτος·
3,17 ἀδιάκριτος WH Treg NIV ] + καὶ RP
NT greco καρπὸς ⸀δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
3,18 δὲ WH Treg NIV ] + τῆς RP