Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Giacomo - 4

Giacomo

NT greco Torna al libro

AT greco

NT greco 4 Πόθεν πόλεμοι καὶ ⸀πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
4,1 πόθεν WH Treg NIV ] - RP
NT greco 4,2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
NT greco 4,3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
NT greco ⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
4,4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP • ἐὰν WH NIV ] ἂν Treg RP
NT greco ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν;
4,5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP
NT greco 4,6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
NT greco 4,7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν·
NT greco ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
4,8 ἐγγιεῖ Treg NIV RP ] ἐγγίσει WH
NT greco ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν·
4,9 μετατραπήτω WH NIV ] μεταστραφήτω Treg RP
NT greco ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς.
4,10 κυρίου WH Treg NIV ] τοῦ κυρίου RP
NT greco Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
4,11 ἢ WH Treg NIV ] καὶ RP
NT greco εἷς ⸀ἐστιν νομοθέτης ⸂καὶ κριτής⸃, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον;
4,12 ἐστιν WH ] + ὁ Treg NIV RP • καὶ κριτής WH Treg NIV ] - RP • ὁ κρίνων WH Treg NIV ] ὃς κρίνεις RP • πλησίον WH Treg NIV ] ἕτερον RP
NT greco Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν·
4,13 ἢ WH Treg NIV ] καὶ RP • πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP • ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP • ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP • ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP • κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
NT greco οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη·
4,14 τὸ Treg NIV RP ] - WH • ποία WH NIV ] + γὰρ Treg RP • ἐστε WH Treg NIV ] ἔσται RP • ἡ Treg NIV RP ] - WH • ἔπειτα WH Treg NIV ] + δὲ RP
NT greco ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
4,15 θελήσῃ Treg NIV RP ] θέλῃ WH • ζήσομεν WH Treg NIV ] ζήσωμεν RP • ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP
NT greco 4,16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
NT greco 4,17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.