Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21

Giovanni

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
13,1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
NT greco καὶ δείπνου ⸀γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃,
13,2 γινομένου WH Treg NIV ] γενομένου RP • ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP • Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
NT greco ⸀εἰδὼς ὅτι πάντα ⸀ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,
13,3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • ἔδωκεν WH Treg NIV ] δέδωκεν RP
NT greco 13,4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
NT greco 13,5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
NT greco ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει ⸀αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
13,6 λέγει WH Treg NIV ] καὶ λέγει RP • αὐτῷ WH NIV ] + ἐκεῖνος Treg RP
NT greco 13,7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
NT greco λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας⸃ εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ⸃· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.
13,8 μου τοὺς πόδας WH Treg NIV ] τοὺς πόδας μου RP • Ἰησοῦς αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ Ἰησοῦς RP
NT greco 13,9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
NT greco λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν⸃ ⸂εἰ μὴ⸃ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.
13,10 ὁ Treg NIV RP ] - WH • οὐκ ἔχει χρείαν WH Treg NIV ] οὐ χρείαν ἔχει RP • εἰ μὴ WH Treg NIV ] ἢ RP
NT greco ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.
13,11 ὅτι WH Treg NIV ] - RP
NT greco Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν⸃, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν;
13,12 καὶ WH Treg RP NA ] - NIV • καὶ ἀνέπεσεν WH Treg NIV ] ἀναπεσὼν RP
NT greco 13,13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
NT greco 13,14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
NT greco 13,15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
NT greco 13,16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
NT greco 13,17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
NT greco οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
13,18 τίνας WH Treg NIV ] οὓς RP • μου WH Treg NIV ] μετ᾽ ἐμοῦ RP
NT greco ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται⸃ ὅτι ἐγώ εἰμι.
13,19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
NT greco ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
13,20 ἄν WH Treg NIV ] ἐάν RP
NT greco Ταῦτα εἰπὼν ⸀ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
13,21 ὁ NIV RP ] - WH Treg
NT greco ⸀ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
13,22 ἔβλεπον WH NIV ] + οὖν RP Treg
NT greco ⸀ἦν ἀνακείμενος εἷς ⸀ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
13,23 ἦν WH Treg NIV ] + δὲ RP • ἐκ WH Treg NIV ] - RP
NT greco νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη⸃ περὶ οὗ λέγει.
13,24 πυθέσθαι τίς ἂν εἴη NIV RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
NT greco ⸀ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
13,25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NIV; ἐπιπεσὼν δὲ RP
NT greco ⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ⸃· ⸂βάψας οὖν⸃ τὸ ⸀ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου.
13,26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH • βάψω WH Treg NIV ] βάψας RP • καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP • βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP • ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA • Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP
NT greco καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον.
13,27 ὁ NIV RP ] - WH Treg
NT greco 13,28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
NT greco τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
13,29 εἶχεν WH Treg NIV ] + ὁ RP • ὁ Treg NIV RP ] - WH
NT greco λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς⸃. ἦν δὲ νύξ.
13,30 ἐξῆλθεν εὐθύς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
NT greco Ὅτε ⸀οὖν ἐξῆλθεν ⸀λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
13,31 οὖν WH Treg NIV ] - RP • λέγει WH Treg NIV ] + ὁ RP
NT greco ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ,⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
13,32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NIV RP ] - WH • αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
NT greco τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω⸃ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
13,33 ἐγὼ ὑπάγω WH Treg NIV ] ὑπάγω ἐγὼ RP
NT greco 13,34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
NT greco 13,35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
NT greco Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον⸃.
13,36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA • ἀκολουθήσεις δὲ ὕστερον WH Treg NIV ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP
NT greco λέγει αὐτῷ ⸀ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
13,37 ὁ WH Treg NIV ] - RP • ἀκολουθῆσαι NIV RP ] ἀκολουθεῖν WH Treg
NT greco ⸀ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ με τρίς.
13,38 ἀποκρίνεται WH Treg NIV ] Ἀπεκρίθη αὐτῷ ὁ RP • ἀρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ RP