Dimensioni del testo

Carattere

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24

Luca

NT greco Torna al libro

AT ebraico Vai al libro

NT greco 17 17,1 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν⸃, ⸂πλὴν οὐαὶ⸃ δι’ οὗ ἔρχεται·
NT greco 17,2 λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα⸃.
NT greco 17,3 προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
NT greco 17,4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ εἰς σὲ καὶ ⸀ἑπτάκις ἐπιστρέψῃ ⸂πρὸς σὲ⸃ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.
NT greco 17,5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.
NT greco 17,6 εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
NT greco 17,7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε,
NT greco 17,8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
NT greco 17,9 μὴ ⸂ἔχει χάριν⸃ τῷ ⸀δούλῳ ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα;
NT greco 17,10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν.
NT greco 17,11 Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας.
NT greco 17,12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν,
NT greco 17,13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
NT greco 17,14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
NT greco 17,15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
NT greco 17,16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
NT greco 17,17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
NT greco 17,18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
NT greco 17,19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
NT greco 17,20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
NT greco 17,21 οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
NT greco 17,22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
NT greco 17,23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε⸃· μὴ ἀπέλθητε μηδὲ διώξητε.
NT greco 17,24 ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν⸃ οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ⸃.
NT greco 17,25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
NT greco 17,26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
NT greco 17,27 ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας.
NT greco 17,28 ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
NT greco 17,29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας.
NT greco 17,30 κατὰ ⸂τὰ αὐτὰ⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
NT greco 17,31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
NT greco 17,32 μνημονεύετε τῆς γυναικὸς Λώτ.
NT greco 17,33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι ἀπολέσει αὐτήν, ⸂ὃς δ’ ἂν⸃ ⸀ἀπολέσῃ ζῳογονήσει αὐτήν.
NT greco 17,34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
NT greco 17,35 ⸂ἔσονται δύο⸃ ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ μία παραλημφθήσεται ⸂ἡ δὲ⸃ ἑτέρα ⸀ἀφεθήσεται.
NT greco 17,37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται⸃.